Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.116 Joseph. AJ 8.120 (English) >>Joseph. AJ 8.124

8.118

Εἰπὼν ταῦτα καὶ ῥίψας αὑτὸν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πολλὴν ὥραν προσκυνήσας ἀναστὰς θυσίας τῷ θεῷ προσήνεγκε καὶ γεμίσας τῶν ὁλοκλήρων ἱερείων ἐναργέστατα τὸν θεὸν ἡδέως ἔγνω τὴν θυσίαν προσδεχόμενον· πῦρ γὰρ ἐξ ἀέρος διαδραμὸν καὶ πάντων ὁρώντων ἐπὶ τὸν βωμὸν ᾆξαν ἅπασαν τὴν θυσίαν ἀνήρπασε καὶ κατεδαίσατο. 8.119ταύτης δὲ τῆς ἐπιφανείας γενομένης μὲν λαὸς δήλωσιν εἶναι τοῦτʼ εἰκάσας τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ διατριβῆς ἐσομένης καὶ ἡσθεὶς προσεκύνει πεσὼν ἐπὶ τοὔδαφος, δὲ βασιλεὺς εὐλογεῖν τε ἤρξατο καὶ τὸ πλῆθος ταὐτὸ ποιεῖν παρώρμα δείγματα μὲν ἔχοντας ἤδη τῆς τοῦ θεοῦ πρὸς αὐτοὺς εὐμενείας, 8.120εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρʼ ἐκείνου, καὶ τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν θεὸς διαμενούσας· ἔσεσθαι γὰρ οὕτως εὔδαιμον τὸ Ἑβραίων ἔθνος καὶ παντὸς ἀνθρώπων γένους μακαριώτερον. 8.121παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν· οὐ γὰρ λαβεῖν αὐτὰ μόνον διʼ εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ ταῦτα προσῆκεν ὑπολαμβάνειν· εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ κτήσασθαί τι τῶν οὐχ ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν εἰς. βλάβην αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.116 Joseph. AJ 8.120 (English) >>Joseph. AJ 8.124

Powered by PhiloLogic